Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.196 Joseph. AJ 19.201 (English) >>Joseph. AJ 19.206

19.199ἐπεὶ δὲ τῇ διανοίᾳ συνεστηκότα ἑώρα τὸν Λοῦππον, καὶ μηδὲν προσιόντα ὡς ἐπὶ πρᾶξιν οὐκ αὐτῷ κεχαρισμένην, γνωρίσασα ἐφʼ τι ἐχώρει τήν τε σφαγὴν ἐγύμνου καὶ πάνυ προθύμως ποτνιωμένη ὁποῖα εἰκὸς τοὺς οὕτω σαφῶς ἐν ἀπογνώσει τοῦ ζῆν γεγονότας καὶ κελεύουσα μὴ μέλλειν ἐπὶ τελειώσει τοῦ δράματος οὗ ἐπʼ αὐτοῖς συνέθεσαν. 19.200καὶ ἥδε μὲν εὐψύχως ταύτῃ τελευτᾷ ὑπὸ τοῦ Λούππου καὶ ἐπʼ αὐτῇ τὸ θυγάτριον. καὶ Λοῦππος ταῦτα προαπαγγέλλων ἔσπευδεν τοῖς περὶ τὸν Χαιρέαν. 19.201

Γάιος μὲν δὴ τέταρτον ἐνιαυτὸν ἡγεμονεύσας Ῥωμαίων λείποντα τεσσάρων μηνῶν οὕτως τελευτᾷ, ἀνὴρ καὶ πρότερον τῇ ἀρχῇ συνῆλθεν σκαιός τε καὶ κακοτροπίας εἰς τὸ ἄκρον ἀφιγμένος, ἡδονῇ τε ἡσσώμενος καὶ φίλος διαβολῇ, καὶ τὰ μὲν φοβερὰ καταπεπληγμένος καὶ διὰ τοῦτο ἐφʼ οἷς θαρσήσειε φονικώτατος, τῆς τε ἐξουσίας ἐφʼ ἑνὶ μόνῳ πιμπλάμενος τῷ ὑβρίζειν, εἰς οὓς ἥκιστα ἐχρῆν ἀλόγῳ μεγαλοψυχίᾳ χρώμενος καὶ ποριστὴς ἐκ τοῦ κτείνειν καὶ παρανομεῖν. 19.202καὶ τοῦ μὲν θείου καὶ νομίμου μείζων ἐσπουδακὼς εἶναί τε καὶ δοκεῖν, ἡσσώμενος δὲ ἐπαίνων τῆς πληθύος καὶ πάντα, ὁπόσα αἰσχρὰ κρίνας νόμος ἐπιτιμᾷ τιμωρίαν, ἐνόμισεν ἀρετῆς. 19.203καὶ φιλίας ἀμνήμων, εἰ καὶ πλείστη τε καὶ διὰ μεγίστων γένοιτο, οἷς τότε ὀργισθείη ἐκπλήξει κολάσεως καὶ ἐλαχίσταις, πολέμιον δὲ ἡγούμενος πᾶν τὸ ἀρετῇ συνερχόμενον, ἀναντίλεκτον ἐπὶ πᾶσιν οἷς κελεύσειε τὴν ἐπιθυμίαν λαμβάνων·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.196 Joseph. AJ 19.201 (English) >>Joseph. AJ 19.206

Powered by PhiloLogic